Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.119 Joseph. AJ 9.124 (English) >>Joseph. AJ 9.128

9.122

Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργουκαλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην.” δὲ ἀναβλέψας πρὸς αὐτὴν ἐπυνθάνετο τίς εἴη καὶ καταβᾶσαν ἥκειν πρὸς αὑτὸν ἐκέλευσεν καὶ τέλος τοῖς εὐνούχοις προσέταξεν αὐτὴν ἀπὸ τοῦ πύργου βαλεῖν. 9.123καταφερομένη δʼ ἤδη τό τε τεῖχος περιέρρανε τῷ αἵματι καὶ συμπατηθεῖσα ὑπὸ τῶν ἵππων οὕτως ἀπέθανε. τούτων δὴ γενομένων παρελθὼν Ἰηοῦς εἰς τὰ βασίλεια σὺν τοῖς φίλοις ἑαυτὸν ἐκ τῆς ὁδοῦ ἀνεκτᾶτο τοῖς τε ἄλλοις καὶ τραπέζῃ. προσέταξε δὲ τοῖς οἰκέταις ἀνελομένοις τὴν Ἰεζαβέλαν θάψαι διὰ τὸ γένος· ἦν γὰρ ἐκ βασιλέων. 9.124εὗρον δʼ οὐδὲν τοῦ σώματος αὐτῆς οἱ προσταχθέντες τὴν κηδείαν μόνα τὰ ἀκρωτήρια, τὸ δὲ ἄλλο πᾶν ὑπὸ κυνῶν ἦν δεδαπανημένον. ταῦτʼ ἀκούσας Ἰηοῦς ἐθαύμαζε τὴν Ἠλίου προφητείαν· οὗτος γὰρ αὐτὴν ἐν Ἱεζερέλα προεῖπε τοῦτον ἀπολεῖσθαι τὸν τρόπον. 9.125

Ὄντων δʼ Ἀχάβῳ παίδων ἑβδομήκοντα τρεφομένων δʼ αὐτῶν ἐν Σαμαρείᾳ πέμπει δύο ἐπιστολὰς Ἰηοῦς τὴν μὲν τοῖς παιδαγωγοῖς τὴν ἑτέραν δὲ τοῖς ἄρχουσι τῶν Σαμαρέων, λέγων τὸν ἀνδρειότατον τῶν Ἀχάβου παίδων ἀποδεῖξαι βασιλέα· καὶ γὰρ ἁρμάτων αὐτῷ εἶναι πλῆθος καὶ ἵππων καὶ ὅπλων καὶ στρατιᾶς καὶ πόλεις ὀχυρὰς ἔχειν· καὶ τοῦτο ποιήσαντας εἰσπράττεσθαι δίκην ὑπὲρ τοῦ δεσπότου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.119 Joseph. AJ 9.124 (English) >>Joseph. AJ 9.128

Powered by PhiloLogic